Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.235 Joseph. AJ 11.241 (English) >>Joseph. AJ 11.246

11.238ἀνεπήδησεν ἐκ τοῦ θρόνου, καὶ ταῖς ἀγκάλαις αὐτὴν ὑπολαβὼν ἀνεκτᾶτο κατασπαζόμενός τε καὶ προσομιλῶν ἡδέως καὶ θαρρεῖν παρακαλῶν καὶ μηδὲν ὑποπτεύειν σκυθρωπόν, ὅτι πρὸς αὐτὸν ἄκλητος ἔλθοι· τὸν γὰρ νόμον τοῦτον πρὸς τοὺς ὑπηκόους κεῖσθαι, τὴν δὲ ὁμοίως αὐτῷ βασιλεύουσαν πᾶσαν ἔχειν ἄδειαν. 11.239ταῦτα λέγων τὸ σκῆπτρον αὐτῆς ἐνετίθει τῇ χειρὶ καὶ τὴν ῥάβδον ἐξέτεινεν ἐπὶ τὸν αὐχένα αὐτῆς διὰ τὸν νόμον εὐλαβείας αὐτὴν ἀπολύων. 11.240 δʼ ὑπὸ τούτων ἀναζωπυρήσασα, “δέσποτʼ, εἶπεν, οὐκ ἔχω σοι τὸ αἰφνίδιον τοῦ συμβεβηκότος μοι ῥᾳδίως εἰπεῖν· ὡς γὰρ εἶδόν σε μέγαν καὶ καλὸν καὶ φοβερόν, εὐθὺς 11.241ὑπεχώρει μου τὸ πνεῦμα καὶ κατελειπόμην ὑπὸ τῆς ψυχῆς.” μόλις δʼ αὐτῆς καὶ ταῦτα φθεγγομένης καὶ μετὰ ἀσθενείας αὐτόν τε ἀγωνία καὶ ταραχὴ κατελάμβανεν καὶ τὴν Ἐσθῆρʼ εὐψυχεῖν καὶ τὰ κρείττω προσδοκᾶν παρεθάρρυνεν, ὡς αὐτοῦ καὶ τὰ ἡμίση τῆς βασιλείας, εἰ δέοιτο τούτων, παραχωρήσοντος αὐτῇ. 11.242 δὲ Ἐσθήρα ἐφʼ ἑστίασιν αὐτὸν μετὰ Ἀμάνου τοῦ φίλου πρὸς αὐτὴν ἐλθεῖν ἠξίωσεν· παρεσκευακέναι γὰρ αὐτὴν δεῖπνον ἔλεγεν. ὡς δʼ ἐπένευσεν καὶ παρῆσαν, μεταξὺ πίνων τὴν Ἐσθῆρα ἐκέλευσε δηλοῦν αὐτῷ, τί βούλεται· 11.243μηδενὸς γὰρ ἀτυχήσειν, μηδʼ ἂν τὸ μέρος τῆς βασιλείας ἐθελήσῃ λαβεῖν. δὲ εἰς τὴν ἐπιοῦσαν ἀνεβάλλετο φράζειν αὐτῷ τὴν αὐτῆς βούλησιν, εἰ πάλιν ἔλθοι πρὸς αὐτὴν μετὰ Ἀμάνου ἐφʼ ἑστίασιν.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.235 Joseph. AJ 11.241 (English) >>Joseph. AJ 11.246

Powered by PhiloLogic